Κυριακή, 24 Ιανουαρίου 2010

Σον το Ελληνίζειν;


Όταν ο Ιουλιανός απαγόρευσε στους Χριστιανούς το 362 το «Ελληνίζειν», να διδάσκουν ή να διδάσκονται την ελληνική κλασική παιδεία, ο άγιος Γρηγόριος του απάντησε:


ΡΖʹ.
Σὸν τὸ Ἑλληνίζειν;
εἰπέ μοι·
τί δέ;
οὐ Φοινίκων τὰ γράμματα;
ὡς δέ τινες, Αἰγυπτίων;
ἢ τῶν ἔτι τούτων σοφωτέρων Ἑβραίων;
οἳ καὶ πλαξὶ θεοχαράκτοις ἐγγραφῆναι τὸν νόμον παρὰ Θεοῦ πιστεύουσι;
Σὸν τὸ Ἀττικίζειν;
Τὸ πεττεύειν δὲ καὶ ἀριθμεῖν, καὶ λογίζεσθαι δακτύ λοις, μέτρα τε καὶ σταθμὰ, καὶ ἔτι πρὸ τούτων, τὰ τακτικὰ καὶ πολεμικὰ, τίνος;
οὐκ Εὐβοέων;
εἵπερ Εὐβοεὺς ὁ Παλαμήδης, ὁ πολλῶν εὑρετὴς, καὶ διὰ τοῦτο ἐπίφθονος, καὶ μέντοι καὶ δίκας τῆς σο φίας ἀπαιτηθεὶς, καὶ κατακριθεὶς τοῖς ἐπὶ Ἰλίου στρατεύσασι;
Τί οὖν;
ἂν Αἰγύπτιοι, καὶ Φοίνικες, Ἑβραῖοί τε, οἷς ἡμεῖς συγχρώμεθα πρὸς τὴν ἡμετέ ραν παίδευσιν, τί δ' ἂν οἱ τὴν νῆσον ἔχοντες Εὔβοιαν μεταποιοῦνται τούτων ὡς αὐτοῖς διαφε ρόντων, κατὰ τὰς σὰς ὑποθέσεις, τί δράσομεν;
ἢ τί δικαιολογησόμεθα πρὸς αὐτοὺς, τοῖς οἰκείοις ἑαλωκότες νόμοις;
Ἢ πᾶσα στέρεσθαι τούτων ἀνάγκη, καὶ τὸ τοῦ κολοιοῦ πάσχειν, γυμνοὺς εἶναι τῶν ἀλλοτρίων περιαιρεθέντας πτερῶν καὶ ἀσχήμονας;
ΡΗʹ.
Σὰ τὰ ποιήματα;
τί δέ;
οὐ τῆς γραὸς μᾶλλον ἐκείνης, ἣ, τὸν ὦμον σεισθεῖσα παρά τινος συντόνως ἀντιπαριόντος, ὡς λόγος, εἶτ' ἐνυβρίζουσα τῷ σφοδρῷ τῆς ὁρμῆς, ἔπος ἐφθέγξατο·
καὶ τοῦτ' ἀρέσαν τῷ νεανίᾳ λίαν, καὶ φιλοπονώτερον με τρηθὲν τὴν θαυμασίαν σου ταύτην ἐδημιούργησε ποίησιν;
Τί τἄλλα;
Εἰ δὲ τοῖς ὅπλοις μέγα φρο νεῖς, παρὰ τίνων σοι τὰ ὅπλα, ὦ γενναιότατε;
Οὐ τῶν Κυκλώπων, ἐξὧν τὸ χαλκεύειν;
Εἰ δέ σοι μέγα καὶ μέγιστον τῶν ὄντων ἡ ἁλουργὶς, ἐξ ἧς σοφὸς σὺ, καὶ τῶν τοιούτων νομοθέτης·
τί;
οὐκ ἀποθήσῃ ταύτην Τυρίοις, παρ' ὧν ἡ ποιμενικὴ κύων, ἡ τῇ κόχλῳ βρωθείσῃ, καὶ τὰ χείλη καθαιμαξάσῃ, τῷ ποιμένι τὸ ἄνθος γνωρίσασα, καὶ διὰ τού των παραδοῦσα τοῖς βασιλεῦσιν ὑμῖν τὸ πένθιμον τοῖς κακοῖς ῥάκος καὶ ὑπερήφανον;
Γεωργίας δὲ καὶ ναυπηγίας, τί φήσομεν, ἂν ἀπελαύνωσιν ἡμᾶς Ἀθηναῖοι, τὰς Δήμητρας καὶ τοὺς Τριπτολέμους διηγούμενοι, καὶ τοὺς δράκοντας, ἔτι δὲ Κελεούς τε καὶ Ἰκαρίους, καὶ πᾶσαν τὴν περὶ ταῦτα μυθολογίαν, ἣ καὶ μυστήριον ὑμῖν αἰσχρὸν ταῦτα ἐποίησε, καὶ νυκτὸς ὄντως ἄξιον;
ΡΘʹ.
Βούλει, τἄλλα παρεὶς, ἐπ' αὐτὸ τὸ κεφάλαιον ἀναδράμω τῆς σῆς ἐμπληξίας, εἴτ' οὖν θεοβλαβείας;
αὐτὸ δὲ πόθεν σοι τὸ μυεῖσθαι, καὶ τὸ μυεῖν, καὶ τὸ θρησκεύειν;
Οὐ παρὰ Θρᾳκῶν, καὶ ἡ κλῆσις πειθέτω σε;
Τὸ θύειν δὲ οὐ παρὰ Χαλδαίων, εἴτ' οὖν Κυπρίων;
Τὸ ἀστρονομεῖν δὲ οὐ Βαβυλώνιον;
Τὸ δὲ γεωμετρεῖν οὐκ Αἰγύπτιον;
Τὸ δὲ μαγεύειν οὐ Περσικόν;
Τὴν δὲ δι' ὀνείρων μαντικὴν τίνων ἢ Τελμησέων ἀκούεις;
Τὴν οἰωνιστικὴν δὲ τίνων;
οὐκ ἄλλων ἢ Φρυγῶν, τῶν πρώτων περιεργασαμένων ὀρνίθων πτῆσίν τε καὶ κινήματα;
Καὶ, ἵνα μὴ μακρολογῶ, πόθεν σοι τὸ καθ' ἕκαστον;
οὐχ ἓν ἐξ ἑκάστων;
ὧν πάντων εἰς ταυτὸ συνελθόν των, ἓν δεισιδαιμονίας συνέστη μυστήριον;

ΛΟΓΟΣ Δʹ. Κατὰ Ἰουλιανοῦ Βασιλέως Στηλιτευτικὸς [αποσπάσματα]
Migne PG 35.και εδώ: http://www.documentacatholicaomnia.eu/04z/z_0329-0390__Gregorius_Nazianzenus__Contra_Julianum_imperatorem_i__MGR.pdf.html

2 σχόλια:

fvasileiou είπε...

Ο Ναζιανζηνός, κατά τον George Kennedy, είναι ο μεγαλύτερος Έλληνας ρήτορας μετά τον Δημοσθένη. Πέρα από τα άλλα, τα έργα του διακρίνονταν για το χιούμορ και τον σαρκασμό.
Το απόσπασμα που ανέβασες, αγαπημένο του Σεφέρη, το αποδεικνύει αυτό.

Καλήμέρα
Καλή βδομάδα!

γρηγόρης στ. είπε...

Σε ευχαριστώ Φώτη!

Να συμπληρώσω για όσους ενδιαφέρει την παραπομπή (και επειδή η σύγκριση μπορεί να ακούγεται υπερβολική]στον George A. Kennedy, Greek Rhetoric Under Christian Emperors. Princeton, [Princeton University Press 1983:215–239.
Ίσως όμως και να είναι δυσάρεστα σήμερα για μερικούς, εθνομηδενιστές και εθνολαϊκιστές, ιεράρχες αρθρογραφούντες και ιστολογούντες, νεοοθωμανιστές,ελληνοχριστιανούς, πολυπολιτισμικούς και πάει λέγοντας... τα όσα είπε τότε για το "Ελληνίζειν".

Αρχειοθήκη ιστολογίου

ΔΙΑΒΑΤΕΣ

ΚΑΛΩΣ ΟΡΙΣΑΤΕ!

Συνολικές προβολές σελίδας

FeedBurner FeedCount

Μ.


MusicPlaylistView Profile
Create a playlist at MixPod.com