Δευτέρα 29 Μαρτίου 2010

Επτά τελευταίοι λόγοι

περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων·
Ἠλὶ ἠλὶ, λιμᾶ σαβαχθανί; τοῦτ' ἔστι Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες;
[Ματθαίος 27:46 ]

Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι.
[Λουκάς 23:34]

Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε. καὶ ἔλεγε τῷ Ἰησοῦ· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς·
Ἀμήν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
[Λουκάς 23:39-43]

Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου·
[Λουκάς 23:46]

Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί αὐτοῦ·
Γύναι, ἴδε ὁ υἱός σου, εἶτα λέγει τῷ μαθητῇ· Ἰδοὺ ἡ μήτηρ σου.
[Ιωάννης 19:26-27]

Διψῶ
[Ιωάννης 19:28]

Τετέλεσται
[Ιωάννης 19:30]


Καλή Ανάσταση σε όλους!

1 σχόλιο:

Ανώνυμος είπε...

Ας ελπισουμε πως θ' αποφυγουμε το ποτυριον.
Καλη Ανασταση

Αρχειοθήκη ιστολογίου

ΔΙΑΒΑΤΕΣ

ΚΑΛΩΣ ΟΡΙΣΑΤΕ!

Συνολικές προβολές σελίδας

FeedBurner FeedCount